«Τό δέ τήν πόλιν σοι δούναι ουκ εμόν εστίν ούτ’ άλλου των κατοικούντων ἐν ταύτη· ...»
( Απάντηση Κωνσταντίνου ΙΑ' Παλαιολόγου προς τον Μωάμεθ Β’ λίγο πριν από την πτώση της Βασιλεύουσας ) Κωνσταντίνος ΙΑ' Παλαιολόγος, πλατεία Μητροπόλεως Τὸ δὲ τὴν πόλιν σοι δοῦναι… Ἀπαρτίσας οὖν τὰ πάντα, ὡς αὐτῷ ἐδόκει καλῶς, ἔπεμψεν ἔνδον λέγων τῷ βασιλεῖ «Γίνωσκε τὰ τοῦ πολέμου ἤδη ἀπήρτησθαι· καὶ καιρός ἐστιν ἀπό τοῦ νῦν πρᾶξαι τὸ ἐνθυμηθὲν πρὸ πολλοῦ παρ’ ἡμῖν νῦν· τὴν δὲ ἔκβασιν τοῦ σκοποῦ τῷ Θεῷ ἐφίεμεν. Τί λέγεις; Βούλει καταλιπεῖν τὴν πόλιν καὶ ἀπελθεῖν, ἔνθα καὶ βούλει, μετὰ τῶν σῶν ἀρχόντων καὶ τῶν ὑπαρχόντων αὐτοῖς, καταλιπὼν τὸν δῆμον ἀζήμιον εἶναι καὶ παρ’ ἡμῶν καὶ παρά σοῦ; ἤ ἀντιστῆναι καὶ σὺν τῇ ζωῇ καὶ τὰ ὑπάρχοντα ἀπολέσεις σύ τε καὶ οἱ μετὰ σέ, ὁ δὲ δῆμος αἰχμαλωτιστθεὶς παρὰ τῶν Τούρκων διασπαρῶσιν ἐν πάσῃ τῇ γῇ;» Ὁ βασιλεὺς δ’ ἀπεκρίνατο σὺν τῇ συγκλήτῳ· «Εἰ μἐν βούλει, καθὼς καὶ οἱ πατέρες σου ἔζησαν, εἰρηνικῶς σὺν ἡμῖν συζῆσαι καὶ σύ, τῷ Θεῷ χάρις. Ἐκεῖνοι γὰρ τοὺς ἐμοὺς γονεῖς ὡς πατέρας ἐλόγιζον καὶ οὕτως ἐτίμων, τὴν δὲ πόλιν ταύτην ὡς